# Ὁμίλαι 16.19

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.19

Καὶ ὁ Σίμων ἔφη· ἤθελον εἰδέναι Πέτρε, εἰ ἀληθῶς πιστεύεις, ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων· πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγίδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ εἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου Θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγίδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· τίς οὖν ἀνάγκη ἦν, τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· διὰ τὴν τοῦ πεποιηκότος Θεοῦ φιλανθρωπίαν γέγονεν, ἐπεὶ γὰρ τῷ κατ᾽ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὴ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅ τινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ᾽ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
