# Ὁμίλαι 16.2

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.2

Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ αύστῶ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν πρόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον, παρόντος ἐμοῦ, καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἄν ὁ σοφὸς γέρων, ἰδιώτης ὤν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων, ὅ ὑπέσχου λέγειν, ἆρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν σὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστιν Θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν Θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς τὰ μέγιστα ἁμαρτάνων, αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
