# Ὁμίλαι 16.20

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.20

Ἰδέ, οἵῳ Θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη, τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμησας, ὃ μηδεὶς ἐτόλμησεν, πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶτοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν ἱστορήσαμεν, καὶ οὐκ ἄλλου τινὸς, ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη, καὶ πῦρ ἀπ᾽ οὐρανοῦ οὐ κατεπέμφθη, καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν, καὶ ὑετὸς οὐκ ἐπεσχέθη, καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ ἐπέμφθη, καὶ ἐπ᾽ αὐτοὺς ἡμᾶς δἰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς, τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης, ἡ Θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης Θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων, ἅ τινα ἐπαφήσει ὡς ζῶα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν Θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τοῦ ἀνθρώπου βαστάζει σῶμα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
