Ancient Greek
Chapter 16
Clemens Romanus, Ὁμίλαι 16.4
Not analysed yet
Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής, εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλῃς, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγχειν ὑπέσχου Πέτρον ἕνα Θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων, τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα Θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἄν ὅτι πολλοὺς δοξάζεις θεούς. Θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγω. σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὤν κριτὴς, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἡρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.