# Ὁμίλαι 16.6

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.6

Αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίως λέγων. οὕτως γέγραπται, ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ, ἐντολὴν ἔχοντι παρὰ τοῦ Θεοῦ, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας, ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ Θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἶς ἡμῶν. ὁ μὲν οὖν ὄφις εἰπών· ἔσεσθε ὡς θεοί, ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται· ταύτῃ μᾶλλον ᾗ καὶ Θεὸς ἐπεμαρτύρησεν εἰπών· ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἡμῶν. οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς, πολλοὺς σημαίνει θεοὺς, οὕς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· εἰ ἐτόλμησεν Θεὸς ἕτερος εἰσελθεῖν, καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους, ὡς ἐγὼ κύριος ὁ Θεός. τὸ εἰπεῖν, εἰ ἐτόλμησεν Θεὸς ἕτερος, ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὡς τῶν μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ που λέγει· ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· Κύριος ὁ Θεός σου, οὕτος Θεὸς τῶν θεῶν. καὶ πάλιν· τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς καὶ πάλιν· Θεὸς θεῶν κύριος. καὶ πάλιν· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεοὺς, σὺ διαβεβαίωσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα τί ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
