Ancient Greek
Chapter 16
Clemens Romanus, Ὁμίλαι 16.7
Not analysed yet
Καὶ ὁ Πέτρος ἔφη· συντομώτερον ἄκουε πρὸς ἅ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· ἰδοὺ κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς, συμπεριλαβὼν, ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπ᾽ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων Θεόν. καὶ πάλιν· ὅτι κύριος ὁ Θεός σου, οὕτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ἐκ ἐστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· Κύριος ὁ Θεός σου, οὗτος Θεὸς τῶν θεῶν, ὥσπερ ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπὸ τὸν Ἰουδαίων Θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· ὁ Θεὸς ὁ μέγας καὶ ἀληθινὸς, ὅς οὐ λαμβάνει εἰς πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ. μέγαν δὲ καὶ ἀληθινὸν καὶ κρίσιν ποιοῦντα τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα Θεὸν, τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· ζῶ ἐγὼ, λέγει κύριος, οὐκ ἔστιν Θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστιν. καὶ πάλιν· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πάλιν· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ἡμῶν κύριος εἷς ἐστιν. καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ᾽ ὅρκου ἐπισφραγίζουσιν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν Θεός. ὅθεν θαυμάζω, πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι Θεὸν, σὺ πολλοὺς εἶναι λέγεις.