# Ὁμίλαι 16.8

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.8

Καὶ ὁ Σίμων· ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σέ, ἀπὸ γραφῶν ἐλέγξαι σε, ὅτι ψεύδῃ, λέγων μὴ αὐτὰ δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς, ὅτι αὐταὶ αἱ θείαι γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαὶ, αὐταὶ παρήνεσαν ἡμῖν εἰποῦσαι· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· ἄκουσον πρὸς αὐτὸ καὶ σὺ , ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς, ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐ κακῶς ἐρεῖς. καὶ ὁ Πέτρος· οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων· οὕτω γὰρ γέγραπται· θεοὶ οἵ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων, καὶ μὴ ἀπολλυμένων, ὡς ἑρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπαρχῆς γεγράφθαι· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οὐκ εἶπεν οἱ θεοί. καὶ ἄλλῃ που λέγει ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ ἐν ἑτέρῳ γέγραπται· οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
