# Ὁμίλαι 17.1

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.1

Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθριαίτερον ἐξυπνισθεὶς ηὔξατο, καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται, μετὰ ἰδίων αὑτοῦ τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ᾽ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος κατὰ Πέτρου ῥηθέντας λόγους.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
