# Ὁμίλαι 17.11

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.11

Τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες, καὶ τῇ κακίᾳ συμμαχοῦντες, προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνείδεος ὤν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν Θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκβαθρεύεται. ναὶ, φησὶν, οὐ χρὴ Θεὸν φοβεῖσθαι, ἀλλ᾽ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιΐας εὐσυνειδησία. ἡ δὲ εὐποιΐα ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ᾽ ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ᾽ ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ᾽ ἐξυπνίζει καὶ ἐπιστρέφει. ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν Θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβούμεθα, λέγω δὴ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλὰς, ἔτι δὲ θηρία, ἑρπετὰ, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι Θεὸν, τούτων ἡμᾶς ῥυσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δὲ οὐ δύναται, τί ἡμῖν φθονεῖ, ἑνὶ φόβῳ, τῷ πρὸς τὸ δίκαιον, μυρίων ἀπαλλαγῆναι φόβων, βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνατὸν γενέσθαι, μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προςδέχεσθαι, καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος Θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
