# Ὁμίλαι 17.12

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.12

Οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν, ἄνευ τοῦ φοβεῖσθαι τὸν Θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὅ αὐτῷ μὴ δοκῇ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται, καὶ ἀγαπᾶν παρήγγελται· ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι, εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τῷ πρὸς αὐτὸν φόβῳ πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν Θεὸν, μὴ μόνον ὅτι δίκαιός ἐστιν. ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδ’ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ᾽ οἷς αὐτὸς πράσσει διαβάλλει.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
