# Ὁμίλαι 17.13

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.13

Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· οἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ᾽ ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀπόκριναι. ἐπηγγείλω, ἱκανῶς νενοηκέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις. ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι, μὴ ἄρα ψεύδεται, ἄνθρωπος ὤν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι, ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
