# Ὁμίλαι 17.14

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.14

Καὶ ὁ Πέτρος ἔφη· εἰς ἄλλο προτείνας εἰπεῖν, εἰς ἕτερον ἀπεκρίνου. προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ᾽ ὀπτασίας ἀκούοντα, ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς, ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπ᾽ ὀπτασίας ἀκούων τοῦ παρ᾽ αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ, ὡς ὑπ᾽ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπαρχῆς προταθὲν ἀποκριναίμην. ὁ προφήτης, ὅτι προφήτης ἐστὶν, πληροφορήσας πρῶτον περὶ τῶν ἐναργῶς ὑπ᾽ αὐτοῦ λεγομένων, ἀσφαλῶς πιστεύεται, ἀληθὴς ὤν προεπιγνωσθείς, καὶ ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται. ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ, ἐπισφαλής ἐστιν. ἀγνοεῖ γὰρ τίνι πιστεύει. ἐνδέχεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι, ἢ πνεῦμα πλάνον, ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὅ μή ἐστιν. εἰ ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἄν ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὅ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας, μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανομένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνεσθαι δύναται περὶ ὧν βούλεται. οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς οἱ παρεπιθυμοῦντες μαθεῖν κατ᾽ ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούμεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπιθυμοῦμεν μαθεῖν , οὔτε ἠκούσαμεν, οὔτε ἐξητάσαμεν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
