Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.15
Not analysed yet
Καὶ ὁ Σίμων ἔφη· εἰ φῂς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ᾽ οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἄν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· ὀρθῶς ἔφης, ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδεται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔφης. τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζῃ, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν, καὶ ποιῇ ἅ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· τοῦτό μοι δός, ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς πρὸς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησιν νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· παρελόμενος ταῦτα, εἰς ἅ ἐπηγγείλω λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ Θεοῦ ᾧ δήποτε ὀνειροπολεῖσθαι τρόπῳ.