# Ὁμίλαι 17.2

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.2

Ἔλεγεν δέ· αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην, καὶ μαγείᾳ πολὺ δυνάμενον, καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν, λέγων· σύνοιδα ἐμαυτῷ, ὅτι ὧν κατ᾽ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ, οὐδ᾽ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου, κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολῆσαι, τίνα ἐστὶν ἅ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ᾽ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ᾽ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω, ἢ ἐπ᾽ αὐτοῦ μόνου , πῶς οὐχὶ μαγευόμενος ὑπ᾽ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι ἃ ἄν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι, ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν, ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδαπῶν ἐλευθέραν γενέσθαι. φανταζομένη γὰρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρονοῦσα εὐπαθεῖν τι μαραίνεται καὶ ἀλλοιοῦται ἢ δαιμονᾷ, καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
