# Ὁμίλαι 17.20

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.20

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· ἀπείη μοι, εἴτε ἐκείνου, εἴτε σου γενέσθαι μαθητήν. οὐδὲ γὰρ ἀγνοῶ ἃ δεῖ γινώσκειν· ἅ δὲ ὡς μανθάνων ἐπυθόμην, ἵνα εἰδῶ εἰ δύνασαι ὀπτασίαν ἐναργείας ἐναργεστέραν δεῖξαι. σὺ δὲ ὡς ἠθέλησας, εἶπες, οὐκ ἔδειξας. καὶ νῦν αὔριόν σοι εἰς τὸν περὶ Θεοῦ, οὗ διισχυρίζῃ δημιουργοῦ, ἐλθὼν καὶ διαλεχθεὶς δείξω μὴ αὐτὸν εἶναι ἀνώτατον ἀγαθὸν, καὶ τὸν σὸν δὲ διδάσκαλον τὰ αὐτά μοι εἰρηκέναι, σὲ δὲ μὴ νενοηκέναι ἐλέγξω. καὶ ταῦτα εἰπὼν ἐξῄει, εἰς ἃ προέτεινεν οὐ θελήσας ἀκοῦσαι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
