# Ὁμίλαι 17.3

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.3

Τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς Θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἅ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλκεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντασιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν Θεὸν ἀποβλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ᾽ ὅτι Πέτρος φοβερῶν εἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχὰς, φοβερωτέρᾳ εἰδέᾳ τὸν ἕκαστον ὑμῶν ἐνθουσιᾶν ποιεῖ νοῦν, Θεὸν ἐν μορφῇ εἰσηγούμενος, καὶ ταῦτα ἄκρως δίκαιον, ᾧ ἔπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυνάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπ᾽ ἀνέμου σφοδροῦ θολοῦται τὸ λαμπρόν. διὸ εἰ ἐπ᾽ ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν Θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει Θεός; εἰ δὲ ἔχῃ, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὤν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὤν ἐν τόπῳ ἐστίν. ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὤν πῶς πάντων ἐστὶν ἤ μείζων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
