# Ὁμίλαι 17.4

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.4

Ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ῥηθέντα πιστεύει, φανερόν ἐστιν. τὰ γὰρ ἐναντία αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινὶ, ὡς μανθάνῳ· μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν· ἀγαθὸν δὲ εἰπὼν οὐκ ἔτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὅν αἱ γραφαὶ κηρύσσουσιν, ὅς ἀποκτείνει καὶ ζωοποιεῖ, ἀποκτείνει μὲν τοὺς ἁμαρτάνοντες, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθὸν, τῷ διανοηθῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ, καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἑνὼχ, καὶ τῷ ὑπ᾽ αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Μωυσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέτρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι. εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρὼν, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὕτως ὤν ὁ πᾶσιν ἐγνωσμένος.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
