Ancient Greek
Chapter 17
Clemens Romanus, Ὁμίλαι 17.6
Not analysed yet
Ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας. διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους. ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει, καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στάς, καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας τοὺς ὄχλους, τοῦ λέγειν ἤρξατο οὕτως· ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς, ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω, περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο, διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον, εἰδότας τὰ ἀποφάσει ὑπ᾽ αὐτοῦ ἐκφερόμενα πιστεύειν· οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα. δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρῦξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανῷ χρόνον, καὶ οὕτως αὐτῷ συμβήσεται, εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολεμένῳ, τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων, τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο, ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ᾽ ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμεν τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, μὴ ἡμῖν τι τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων ἀνόητον ᾖ.