# Ὁμίλαι 17.8

Clemens Romanus, Ὁμίλαι, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/17.8

Ἀλλ’ ἐρεῖ τις· εἰ μορφὴν ἔχῃ, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὤν καὶ ὑπ᾽ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντα ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται, ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· τοιαῦτα περὶ αὐτοῦ αἱ γραφαὶ φρονεῖν πείθουσιν καὶ πιστεύειν, ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ. καὶ Θεοῦ τόπος ἐστὶν τὸ μὴ ὄν, Θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ ὄν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὤν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανὸς, γῆ, ὕδωρ, ἀὴρ, καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὅ ἂν καὶ αὐτοῦ πληροῦν τὸ κενόν, ὅ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ, τὸ οὐδὲν, οἰκειότερον ὄνομα. τὸ γὰρ λεγόμενον κενόν τί ποτ᾽ ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον, πλὴν αὐτὸ τὸ σκεῦος κενόν, εἴ περ σκεῦος ἔστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὄν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ, τὸ μὴ ὄν, λέγω ὅ ὑπό τινων τόπος λέγεται, οὐδὲν ὄν. οὐδὲν δὲ ὄν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὄν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω, ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἄν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ οὗ ἄν αὐτοῦ μέρους ἀπὼν γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ, τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν Θεὸν, ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
