# Ὁμίλαι 18.1

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.1

Ὄρθρου δὲ, προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι, ὁ Σίμων προλαβὼν ἔφη· ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι, ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος Θεὸς, ἀλλ᾽ ἕτερος, ὅς καὶ μόνος ἀγαθὸς ὤν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φῂς εἶναι, ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστὶν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὤν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· σὺ πρῶτον εἰπὲ, τί σοι δοκεῖ τὸ ἀγαθὸν, ἢ καὶ τὸ δίκαιον.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
