# Ὁμίλαι 18.12

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.12

Ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον· οὐδ᾽ ὅτι ἑαυτὸν ἕκαστος ἐλθὼν, ἐφ᾽ οἷς ἐποίησεν αὐτὸς, ὡς αὐθέντην αὐτὸς ἤγγειλεν· οὐδ’ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε, πῶς ἀπιστεῖς, καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀποῤῥήτοις εἶναι, ἀγνοίας γέμει. τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα, εἰπών· τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶς ἐκφαίνων ἀτεχνῶς τὰ ἀπόῤῥητα; καὶ ὁ Πέτρος· τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· οὐκ οὖν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· ὁμολογῶ. τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ, ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων φαίνῃ μοι μὴ δύναμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὴ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀποῤῥήτοις τινὰ λέγει εἶναι πατέρα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
