Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.13
Not analysed yet
Καὶ ὁ Πέτρος ἔφη· ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ, καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. πρῶτον μὲν θαυμάζω, πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαβὶδ, καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα, καὶ υἱὸν Θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· οὐδεὶς ἔγνω τὸν πατέρα, ἐπεὶ ἀντὶ τοῦ Θεοῦ τὸν Δαβὶδ πάντες ἔλεγον, τὸ δὲ ἐπάζαντα εἰπεῖν, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν, οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι, ὀρθῶς εἴρηται, ὁ γὰρ ἀπ᾽ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν, οὐδὲ Ἑνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι, οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι, οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.