Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.16
Not analysed yet
Καὶ μὴ λέγε, ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ᾽ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ᾽ ἐπειδὴ ἀπέκρυβον τὴν γνῶσιν τῆς βασιλείας, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ᾽ αὐτῶν ἀπεκρύβη τὰ ἀπόῤῥητα, ἵνα, ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται, καὶ ᾧ μέτρῳ ἐμέτρησαν ,μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τοῦ γνῶναι, ὅ μὴ οἶδεν, ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου, κἄν δοκῇ ἔχειν, ἀφαιρεῖται, κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός, καὶ δίδοται τοῖς ἀξίοις, κἄν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι.