Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.18
Not analysed yet
Ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαΐαν ἐκ προσώπου τοῦ Θεοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν, οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαΐας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο Θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου Θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν, καὶ ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν ,ἐπαγαγὼν λέγει· οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν. τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ, ὡς ἔφην, μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθὸν, ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας, εἶναι ὑπειληφότες.