# Ὁμίλαι 18.2

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.2

Καὶ ὁ Πέτρος· ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὥς σοι δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργὸν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς, καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· τοῦτο ἀδικώτατον, ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε, πῶς ποιῶν ἀγαθὸς ἄν ἦν. καὶ ὁ Σίμων· σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, εἴ τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἄν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα, ἐὰν ἄρα μεταβάλλωνται, ἀγαθοῖς δὲ αἰώνια, ἐάν γε ἐμμείνωσιν; καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν , καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος, καὶ τὸ κατ᾽ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχῃ, ὁμολόγησον.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
