Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.21
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι, ὡς πτοηθεὶς ἔφη· ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν, τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος· ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις, οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενὶ, κἄν σημεῖά τις καὶ τέρατα ποιῇ, κἄν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ, ἢ δι᾽ ὁραμάτων ἢ δι᾽ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται, εἴτε καλῶς εἴτε κακῶς, ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα.