# Ὁμίλαι 18.22

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.22

Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· ἔτι τοῦτό μου ἄκουσον, καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτι εἶπον· ὅστις ποτ᾽ ἄν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τοῦ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας Θεὸς τὴν γνώμην τοιοῦτος ὤν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν, καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν, οὔτε ἄλλος τις κἄν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τὸν αὐτὸν μόνον σέβειν, καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι, ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδ’ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχῃ πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδ᾽ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργὸν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς, ὅτι τὸν φύσει σου ποιητήν, οὐ γὰρ λέγω πατέρα , κατέλιπες ἐπ᾽ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσῃς, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
