# Ὁμίλαι 18.23

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.23

Ἀλλ᾽ ἐρεῖς· οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι· τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ἄν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο· πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας, καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον, εἴγε θέλῃς μαθεῖν, ἐλθόντι διηγήσομαι, καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτο εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν, ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν, καὶ ἀποδεχθῆναι μετανοῦντας. ὁ δὲ Πέτρος προσιέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους , ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος, καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς, περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτο εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν, καταλαβούσης ἑσπέρας.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
