Ancient Greek
Chapter 18
Clemens Romanus, Ὁμίλαι 18.3
Not analysed yet
Καὶ ὁ Σίμων ἔφη· ἅπαξ ἔφην· πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· εἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος. ἀγαθὸς μὲν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαίνεται τεθεικὼς τὸν νόμον· ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους, ὡς γέγραπται, καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον, ὅτι τοῦ αὐτοῦ ἐστιν, ἀγαθὸν εἶναι καὶ δίκαιον. ἐμοὶ γὰρ ἀδύνατον φαίνεται, τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δίκαιον εἶναι. καὶ ὁ Πέτρος· ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπάκουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; πρῶτον ἔφη· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς· εὐθὺς ἐπάξας λέγει· εἰ δὲ θελήσεις τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. τοῦ δὲ εἰπόντος, ποίας; ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν, καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ᾽ ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθὸν εἶναι καὶ δίκαιον, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅτ᾽ ἄν κρίνων τὸ κατ᾽ ἀξίαν ἑκάστῳ ἀπονέμῃ.