# Ὁμίλαι 18.4

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.4

Καὶ ὁ Σίμων ἔφη· πῶς οὖν ἐγνωσμένου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος, καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι; ταῦτα δὲ οὐκ ἄν ἔλεγεν, εἰ μὴ πατέρα τινὰ ἐν ἀποῤῥήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ᾽ οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς Θρήνοις καὶ Ἰερεμίας μαρτυρεῖ), ὅστις κατ᾽ ἀριθμὸν τῶν υἱῶν Ἰσραὴλ, οἳ εἰσῆλθον εἰς Αἴγυπτον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσσαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ κυρίῳ λεγομένῳ, οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα, καὶ αὐτὸν Θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὴ λέγω, οἵ τινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν, ἅ τινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη. ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα εἴ τις νόμῳ τινὸς προςφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀποῤῥήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν, ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀποῤῥήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Χριστοῦ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
