# Ὁμίλαι 18.5

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.5

Ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· δύνασαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι, ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀποῤῥήτοις λέγεις, ἀλλ᾽ ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς; ἄλλα γὰρ ἀντ᾽ ἄλλων ὁρίζων φλυαρεῖς. διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι. εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη μή με λοιδόρει, προπετέστατε. καὶ ὁ Πέτρος μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύστης εἶ. καὶ ὁ Σίμων· νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκηκοέναι· πρὸς ταῦτα μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆσαι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος εἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων ἅπαξ μοι δοκεῖ τοῦτο ἔχειν. σὺ πρὸς ταῦτα ἔχῃς τι λέγειν, ἀπόκριναι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
