# Ὁμίλαι 18.6

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.6

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο οὕτως ἔχῃ, τὰ μέγιστα ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀποῤῥήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα, ὡς ἔφην, ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σίμων· ἀλλ᾽ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· οὐ νοεῖς ἃ λέγω, Σίμων. πλὴν ἀκούσας σύνες· τῷ εἰπεῖν, οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψει, οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλ᾽ ἀποκαλύψει μόνον. ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀποῤῥήτως κείμενον κεκαλυμμένον, ἄνευ φωνῆς ταῖς αὐτοῦ βουλαῖς ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι, οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συνέντι οὐκ ἔξεστιν, ἄλλῳ τοῦτο ἀποδεῖξαι, ἐπεὶ μηδ᾽ αὐτὸς ἐδιδάχθη, οὔτε ἀποκαλύψαι δύναται, ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός, ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἄν ᾔδης τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἄν ἐποίεις.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
