# Ὁμίλαι 18.8

Clemens Romanus, Ὁμίλαι, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/18.8

Καὶ ὁ Πέτρος· ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι , πρὸς ὃ πυνθάνομαί σου, ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φῂς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ᾽ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· δικαιότατον. καὶ ὁ Πέτρος· δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ᾽ οἷς βούλεται; καὶ ὁ Σίμων· ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος οὐκ οὖν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδὼς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ᾽ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
