Ancient Greek
Chapter 19
Clemens Romanus, Ὁμίλαι 19.11
Not analysed yet
Καὶ ὁ Σίμων ἀκούσας ἔφη· οὐ δυσωπήσεις με, περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὴ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ Θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ Θεῷ τὸ ἀσυγκρίτως ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ Θεῷ. καὶ ὁ Πέτρος ἔφη· λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς, καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ Θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθοὺς, ὁ Θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων [ποιούν]των κακὰ καὶ ἀγαθὰ, αὐτὸς μόνος ἀγαθὰ ποιῶν τέρπεται. οὕτως π[ερ], ἢ οὔ, διὰ τῶν ἀνθρώποις προσόντων καλ[ῶν] εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα; καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος.