# Ὁμίλαι 19.13

Clemens Romanus, Ὁμίλαι, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/19.13

Καὶ ὁ Πέτρος· νῦν ἡμῖν ὁ λόγος πρόκειται, πῶς ἐγένετο ὁ πονηρὸς, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξιῶ τὸν νῦν ἡμῖν προκείμενον λόγον· πότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω, καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ Θεοῦ προβεβλῆσθαι τέσσαρας οὐσίας. καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως [συμβε]βήκει, οὐκ ἦν ἄν τῷ Θεῷ τὸ τῆς [κράσε]ως βέβαιον· μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβή[σων]ται προσπολεμοῦντες αὐτοῦ τοῖς [βουλ]ήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῶν καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
