Ancient Greek
Chapter 19
Clemens Romanus, Ὁμίλαι 19.3
Not analysed yet
Καὶ ὁ Σίμων· ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι πονηρὸν, ἀπὸ γραφῶν, καὶ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος, καὶ διὰ τί. καὶ ὁ Πέτρος· σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ὅ μὴ γέγραπται. εἰ σὺ φῂς γεγράφθαι, δεῖξον. εἰ δὲ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἤ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι, ἢ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ Θεοῦ διαλεγόμεθας; ὁ δὲ Σίμων, συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὑτοῦ εἴρηκεν, ἔφη· ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φῂς βλασφημίαν, πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δὲ ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός, ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς, ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ Θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο ζητεῖν θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναὶ, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν ,ὅν καὶ σὺ φῂς ὑπάρχειν, ἢ γενητὸν εἶναι ἢ ἀγένητον;