# Ὁμίλαι 19.4

Clemens Romanus, Ὁμίλαι, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/19.4

Καὶ ὁ Πέτρος ἔφη· ἀνάγκη. καὶ ὁ Σίμων· οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ᾽ αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν Θεοῦ, ἢ ὡς ζῶον γενηθεὶς, ἢ οὐσιωδῶς προβληθεὶς, καὶ ἔξω τῇ κράσει συμβεβηκὼς, [ἢ] ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος ἤ ἄψυχος, ὅθεν γέγονεν, ἢ δἰ αὐτοῦ Θεοῦ, ἢ ἀφ᾽ ἑαυτοῦ, ἢ καὶ ἐξ οὐκ ὄντων [συμ]βέβηκεν, τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ, ὡς οἶμαι, ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν, καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γὰρ πῶς δοκεῖ;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
