# Ὁμίλαι 19.6

Clemens Romanus, Ὁμίλαι, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/19.6

Καὶ ὁ Σίμων· ὅτ᾽ ἂν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθῇς, σοὶ τῆς κακίας τὸν αἴτιον δείξω. τότε σοι καὶ πρὸς ἅ εἴρηκας ἀποκρινοῦμαι, καὶ ὅν φῂς Θεὸν ἄμεμπτον, ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα, ἢ ὡς κακίας ἡγεμόνα τὸν Θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι Θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· ταῦτα ὡς ἀγαπῶν Θεὸν ὅν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· σὺ δὲ ὡς κακὸς μισῶν Θεὸν, ὅν ἠγνόησας, βλασφήμους ἀφεὶς φωνάς. καὶ ὁ Σίμων· μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος· ὁμολογῶ ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ, ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σὸν ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· ἐπεὶ [ἐπεὶ γ]ἀρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις. τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα Θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι. ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δὲ καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι Θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
