Ancient Greek
Chapter 19
Clemens Romanus, Ὁμίλαι 19.7
Not analysed yet
Καὶ ὁ Πέτρος· οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ. ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ, ἀγνοίας αἰτίᾳ, καταλέγεις τοῦ μόνου ἀγαθοῦ Θεοῦ, καὶ μήπω κατ᾽ ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. ἦ [κρί]σιν οἴῃ μὴ ἔσεσθαι. τάχα δὲ μηδ[ὲ καὶ] εἶναι Θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με, μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ. ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι, ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαί με καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπαρχῆς σοι ὑπ᾽ ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.