# Ὁμίλαι 19.8

Clemens Romanus, Ὁμίλαι, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/19.8

Καὶ ὁ Πέτρος· ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις, τὰς τοῦ Θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας, ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς, περὶ ὧν θέλεις διαλεχθήσομαι. συνομολογῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, [οὗ]τὴν γένεσιν γραφὴ οἴτε ἀληθὲς, οὔτε ψευδὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι Θεῷ τὸ εὐφημώτερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον, πασῶν ὑπονοιῶν καθαρθεισῶν, καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι , ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν Θεόν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
