Ancient Greek
Chapter 19
Clemens Romanus, Ὁμίλαι 19.9
Not analysed yet
Πλὴν, ὡς ἔφης, ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῶον γεγένηται, ἢ οὐσιωδῶς ὑπ᾽ αὐτοῦ προβέβληται, ἢ ἔξω κέκραται, ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις, ἢ ἄνευ κράσεως καὶ Θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων, ἢ ὑπὸ Θεοῦ, [ἤ] μηδαμοῦ μηδαμῶς γέγονεν, ἢ ἐκτὸς ἦν Θεοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος ὅθεν γέγονεν, ἢ ἑαυτὸν δημιουργήσας, ἢ ὑπὸ Θεοῦ γεγονὼς, ἢ τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν, εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα, συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων· καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ. λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα. σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα. θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρὸς, εἰ ἀπὸ τοῦ Θεοῦ ζῶον γεγένηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβάλλοντος κακίας τυγχάνει. καὶ [ὁ Πέτ]ρος· οὐ πάντως. ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας, καὶ [κακ]οὺς γεννήσαντας, ἄλλους δὲ [κα]κοὺς ὑπάρχοντας, καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας, καὶ ἀγαθοὺς προβάλλοντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας, καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάϊν καὶ τὸν δίκαιον Ἅβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· ἀνοήτως ποιεῖς περὶ Θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν λέγε περὶ Θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ᾽ οὐ δυνήσῃ.