# Ὁμίλαι 2.10

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.10

Εἰ προφήτης ἐστὶν, καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ γινόμενα, καὶ τὰ εἰς τέλος ἐσόμενα· ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς, ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ τῶν ἤδη γεγενημένων καὶ τὰ ἐσόμενα ἔσεσθαι πιστεύομεν, οὐ μόνον ὡς γινώσκοντι, ἀλλὰ καὶ προγινώσκοντι. τίνι οὖν, κᾂν βραχὺν νοῦν ἔχοντι, οὐ φαίνεται, ὡς χρὴ τούτῳ παρὰ πάντας πιστεύειν τὰ τῷ Θεῷ δόξαντα, ὃς μόνος παρὰ πάντας ἀνθρώπους καὶ μὴ μαθὼν ἐπίσταται; διό, ἂν τῷ τοιούτῳ, λέγω δὲ τῷ πρόγνωσιν ἔχοντι διὰ τὴν ἐν αὐτῷ τοῦ πνεύματος θειότητα, τὸ ἀληθὲς εἰδέναι μὴ διδόναι τις θέλοι, τινὶ ἑτέρῳ δοὺς εἰδέναι, ἐκ ἐνδεὴς ὑπάρχει φρενῶν, ἀποδεδωκὼς τῷ μὴ προφήτῃ, ἃ προφήτῃ εἰδέναι δοῦναι οὐκ ἐβουλήθη;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
