# Ὁμίλαι 2.11

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.11

Ὅθεν πρὸ πάντων πάσῃ κρίσει διὰ τῆς προφητικῆς ἐπαγγελίας τὸν προφήτην ζητεῖν δεῖ, καὶ γνόντα, τοῖς λοιποῖς τῆς διδασκαλίας αὐτοῦ λόγοις ἀνενδοιάστως ἕπεσθαι, καὶ θαῤῥοῦντα περὶ τῶν ἐλπιζομένων, πολιτεύεσθαι τῇ πρώτῃ κρίσει, γνόντα ὅτι ὁ ταῦτα εἰπὼν πρὸς τὸ ψεύσασθαι φύσιν οὐκ ἔχει. διὸ ἐάν τι τοῦ λοιποῦ τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων δοκῇ ἡμῖν οὐ καλῶς εἰρῆσθαι, εἰδέναι χρὴ ὅτι οὐκ αὐτὸ εἵρηται κακῶς, ἀλλ᾽ αὐτὸ ἡμεῖς καλῶς ἔχον οὐκ ἐνοήσαμεν. ἄγνοια γὰρ γνῶσιν οὐκ ὀρθῶς κρίνει, ἅτε δὴ οὔτε γνῶσις πρόγνωσιν ἀληθῶς κρίνειν πέφυκεν. ἀλλ᾽ ἡ πρόγνωσις τοῖς ἀγνοοῦσιν παρέχει τὴν γνῶσιν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
