Ancient Greek
Chapter 2
Clemens Romanus, Ὁμίλαι 2.28
Not analysed yet
Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ, καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν, λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι στέργοντές τε τὰ συμφέροντα συμβουλεύομεν· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι: φοβήθητι τὸν ὄντως Θεόν, γνῶθι ὅτι ἄνθρωπος εἶ καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἄν μέγα πλουτῇς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σου μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα, αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν Θεὸν συμβουλεύομεν, ὑφ᾽ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἕπραξεν ἐνταῦθα.