# Ὁμίλαι 2.30

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.30

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας, ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ὁ Νικήτης ἔφη, πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχή, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ᾽ ἡμῶν ποτε, διὰ τί ἐνίοτε καὶ παύονται αἱ παρεδρίαι, ἔφης ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὅν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαί, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
