# Ὁμίλαι 2.32

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.32

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τίνα ἄρα ἐστὶν ἅ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν , καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται· καὶ ἐκ λίθων ἄρτους ποιεῖ· ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν εἰδεῶν παρίστησιν· τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ πολλοὶ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
