# Ὁμίλαι 2.36

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.36

Ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ᾽ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν, ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς, ἔφη· ἀγαθῇ Θεοῦ προνοίᾳ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσι πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει· ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προςπίπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω· ἴσως γὰρ ἐκ τῆς τοῦ Θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
