# Ὁμίλαι 2.40

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.40

Πᾶν λεχθὲν ἢ γραφὲν κατὰ τοῦ Θεοῦ ψεῦδός ἐστιν. ὅτι δὲ ἀληθῶς τοῦτο οὐ μόνον εὐφημίας ἕνεκεν λέγομεν, ἀλλὰ καὶ ἄληθείας, μετὰ βραχὺ προϊόντος τοῦ λόγου πληροφορήσω. ὅθεν σύ, φίλτατέ μοι Κλήμης, ἐπὶ τῷ τὸν Σίμωνα πρὸς τὴν ζήτησιν μίαν τήν ἐνεστῶσαν ὑπερθέσθαι ἡμέραν οὐκ ὀφείλεις λυπεῖσθαι. σήμερον γὰρ πρὸ τῆς ζητήσεως προεφοδιαζόμενος περὶ τῶν ἐν ταῖς γραφαῖς προσκειμένων περικοπῶν, ἐπὶ τῆς ζητήσεως περὶ τοῦ μόνου καὶ ἀγαθοῦ, τοῦ καὶ τὸν κόσμον πεποιηκότος, διακριθῆναι οὐκ ὀφείλεις· ἀλλὰ καὶ θαυμάσεις ἐπὶ τῆς ζητήσεως, πῶς οἱ ἀσεβεῖς τὰ πλήθη τῶν ὑπὲρ Θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλείποντες, τὰ κατ᾽ αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν· καὶ οὕτως οἱ ἀκροαταὶ ἀγνοίας αἰτίᾳ, τὰ κατὰ τοῦ Θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀποβλητοὶ γίνονται. διὸ σὺ προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς Θεὸν μὴ ἁμαρτάνειν, ἀπαραβλήτως χαρήσῃ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
