Ancient Greek
Chapter 2
Clemens Romanus, Ὁμίλαι 2.43
Not analysed yet
Διὸ ἀπείη πιστεύειν, ὅτι ὁ τῶν ὅλων δεσπότης, ὅς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ,ἑτέροις συνάρχει, ἢ ὅτι ψεύδεται· εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει; ἢ ὅτι πειράζει ὡς ἀγνοῶν, καὶ τίς προγινώσκει; εἰ δὲ ἐνθυμεῖται καὶ μεταμελεῖται, καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ ζηλοῖ, καὶ τίς ἀσύγκριτος; εἰ δὲ σκληρύνει καρδίας, καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ ἐμπαίζει, καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ κακὰ κτίζει, καὶ τίς ἀγαθὰ πράξει; εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;