Ancient Greek
Chapter 2
Clemens Romanus, Ὁμίλαι 2.5
Not analysed yet
Ὁ δὲ Πέτρος ἐπὶ τούτῳ μεγάλως ἡσθεὶς ἀπεκρίνατο· ἤδη μὲν ἡ πρὸς σὲ διόρθωσις τέλος εἴληφεν, ἐπεγνωκότα τῆς ἀπταίστου προφητείας τὸ μέγεθος, ἧς ἄνευ λαβεῖν τινὶ τὸ ἐν ὑπεροχῇ συμφέρον ἀδύνατον. πολλῶν γὰρ καὶ διαφόρων ἀγαθῶν ὄντων ἐν τοῖς οὖσιν ἢ ἔσεσθαι δυναμένοις, τὸ πάντων μακαριώτατον, εἴτε ἀΐδιός ἐστιν ζωή, ἢ παράμονος ὑγεία, ἢ τέλειος νοῦς, ἢ φῶς, ἢ χαρά, ἢ ἀφθαρσία, ἢ καὶ ἄλλο τι ὅ ἐν τῇ τῶν ὄντων φύσει ὑπερέχον ὑπάρχει καλὸν ἢ ὑπάρξαι δύναται τοῦτο —ἐκ ἄλλως ἔστιν αὐτὸ κτήσασθαι, μὴ πρότερον γνόντα τὰ ὄντα ὡς ἔστιν· τῆς δὲ γνώσεως οὐκ ἄλλως τυχεῖν ἔστιν, ἐὰν μὴ πρότερόν τις τὸν τῆς ἀληθείας προφήτην ἐπιγνῶ.